Ἀπολυτίκιον. Ἦχος δ’.
Ἡ
Γέννησίς σου Χριστὲ ὁ Θεὸς ἡμῶν, ἀνέτειλε τῷ κόσμῳ, τὸ φῶς τὸ τῆς
γνώσεως· ἐν αὐτῇ γὰρ οἱ τοῖς ἄστροις λατρεύοντες, ὑπὸ ἀστέρος
ἐδιδάσκοντο, σὲ προσκυνεῖν, τὸν Ἥλιον τῆς δικαιοσύνης, καὶ σὲ γινώσκειν
ἐξ ὕψους Ἀνατολήν. Κύριε δόξα σοι.
Κοντάκιον.
Ἦχος γ’. Αὐτόμελον. Ποίημα Ρωμανοῦ τοῦ Μελωδοῦ.
Ἡ Παρθένος σήμερον, τὸν Ὑπερούσιον τίκτει, καὶ ἡ γῆ τὸ Σπήλαιον, τῷ ἀπροσίτῳ προσάγει. Ἄγγελοι, μετὰ Ποιμένων δοξολογοῦσι, Μάγοι δέ, μετὰ ἀστέρος ὁδοιποροῦσι· δι’ ἡμᾶς γὰρ ἐγεννήθη, παιδίον νέον, ὁ πρὸ αἰώνων Θεός.

Μεγαλυνάριον.
Δόξα ἐν ὑψίστοις πᾶσα πνοή, ἐν χαρᾷ βοάτω, τῷ τεχθέντι ἐν Βηθλεέμ· ἐπὶ γῆς γὰρ ὤφθη, δωρούμενος εἰρήνην. Τὴν τούτου προσκυνήσωμεν, θείαν Γέννησιν.