Ἀπολυτίκιον. Ἦχος γ’. Θείας πίστεως.
Θείου Πνεύματος τάς ἐνεργείας, ὡς ζωήρρυτον πῦρ δεξαμενή, Ἱερεῖα τῇ λαμπρὰ πολιτείᾳ σου, διαθερμαίνεις ἠμῶν τὴν διάνοιαν, καὶ διαλύεις κακίας τὸν σύνδεσμον· μῆτερ ἔνδοξε, Χριστὸν τὸν Θεὸν Ἱκέτευε, δωρήσασθαι ἡμῖν τὸ μέγα ἔλεος.
Κοντάκιον. Ἦχος β΄. Τοῖς τῶν αἱμάτων σου.
Ταῖς ἐπομβρίαις ὁσία τῶν πόνων σου, κατασβεννύεις παθῶν ὑπεκαύματα καὶ καταρδεύεις ἠμῶν τὴν διάνοιαν, πρὸς ἀληθῆ εὐκαρπίαν· διὸ σὲ Ἱερεῖα γεραίρομεν.
Μεγαλυνάριον
Βίον ὑπελθούσα ἀγγελικόν, τῆς ὑπερκοσμίου ἠξιώθης μαρμαρυγῆς, Ἱερεῖα μῆτερ τὴν δόξαν καθορῶσα, τοῦ διὰ σοῦ ἀτρώτους ἡμᾶς φυλάττοντος.