Ὁ Ὅσιος Θεόδωρος κοιμήθηκε μὲ εἰρήνη τὸ 367 μ.Χ
Ἀπολυτίκιον. Ἦχος γ’. Θείας πίστεως.
Δῶρον
πέφηνας, ἁγιωσύνης, τὸν πανάγιον, δοξάσας Λόγον, ἡγιασμένε θεόφρον
Θεόδωρε· ὅθεν βλυστάνεις ἐκ θείας χρηστότητος, ἁγιασμὸν ἀληθῆ τοῖς βοῶσί
σοι. Πάτερ Ὅσιε, Χριστὸν τὸν Θεὸν ἱκέτευε, δωρήσασθαι ἡμῖν τὸ μέγα
ἔλεος.
Κοντάκιον. Ἦχος πλ. δ’. Τῇ ὑπερμάχῳ.
Τὸν ἐν Ἁγίοις ἀληθῶς ἀναπαυόμενον
Τοῖς σοῖς ὁσίοις θεραπεύσας κατορθώμασιν
Ἁγιότητος ἐδείχθης λαμπρὸν δοχεῖον.
Ἀλλ’ ἁγίασον παμμάκαρ τῇ σῇ χάριτι
Καὶ ἡμῶν τὰς διανοίας καὶ τὰ σώματα
Τῶν βοώντων σοι, χαίροις Πάτερ Θεόδωρε.
Μεγαλυνάριον.
Σῶμα
καὶ καρδίαν ἁγιασθείς, τῷ ἀμέμπτῳ βίῳ, ὡς τοῦ Πνεύματος ἐραστής,
Τρισηλίου δόξης, ἡγιασμένον σκεῦος, ἐν τοῖς Ὁσίοις ὤφθης, Πάτερ Θεόδωρε.