Τῷ
καιρῷ ἐκείνῳ, ἠνάγκασεν ὁ ᾿Ιησοῦς τοὺς μαθητὰς αὐτοῦ ἐμβῆναι εἰς τὸ
πλοῖον καὶ προάγειν αὐτὸν εἰς τὸ πέραν, ἕως οὗ ἀπολύσῃ τοὺς ὄχλους. Καὶ
ἀπολύσας τοὺς ὄχλους ἀνέβη εἰς τὸ ὄρος κατ᾿ ἰδίαν
προσεύξασθαι. ᾿Οψίας δὲ γενομένης μόνος ἦν ἐκεῖ. Τὸ δὲ πλοῖον ἤδη μέσον
τῆς θαλάσσης ἦν, βασανιζόμενον ὑπὸ τῶν κυμάτων· ἦν γὰρ ἐναντίος ὁ
ἄνεμος. Τετάρτῃ δὲ φυλακῇ τῆς νυκτὸς ἀπῆλθε πρὸς αὐτοὺς ὁ ᾿Ιησοῦς
περιπατῶν ἐπὶ τῆς θαλάσσης. Καὶ ἰδόντες αὐτὸν οἱ μαθηταὶ ἐπὶ τὴν
θάλασσαν περιπατοῦντα ἐταράχθησαν λέγοντες ὅτι φάντασμά ἐστι, καὶ ἀπὸ
τοῦ φόβου ἔκραξαν. Εὐθέως δὲ ἐλάλησεν αὐτοῖς ὁ ᾿Ιησοῦς λέγων· Θαρσεῖτε,
ἐγώ εἰμι· μὴ φοβεῖσθε. ᾿Αποκριθεὶς δὲ αὐτῷ ὁ Πέτρος εἶπε· Κύριε, εἰ σὺ
εἶ, κέλευσόν με πρός σε ἐλθεῖν ἐπὶ τὰ ὕδατα. ῾Ο δὲ εἶπεν, ᾿Ελθέ. Καὶ
καταβὰς ἀπὸ τοῦ πλοίου ὁ Πέτρος περιεπάτησεν ἐπὶ τὰ ὕδατα ἐλθεῖν πρὸς
τὸν ᾿Ιησοῦν. Βλέπων δὲ τὸν ἄνεμον ἰσχυρὸν ἐφοβήθη, καὶ ἀρξάμενος
καταποντίζεσθαι ἔκραξε λέγων· Κύριε, σῶσόν με. Εὐθέως δὲ ὁ ᾿Ιησοῦς
ἐκτείνας τὴν χεῖρα ἐπελάβετο αὐτοῦ καὶ λέγει αὐτῷ· ᾿Ολιγόπιστε! εἰς τί
ἐδίστασας; Καὶ ἐμβάντων αὐτῶν εἰς τὸ πλοῖον ἐκόπασεν ὁ ἄνεμος· οἱ δὲ ἐν
τῷ πλοίῳ ἐλθόντες προσεκύνησαν αὐτῷ λέγοντες· ᾿Αληθῶς Θεοῦ Υἱὸς εἶ. Καὶ
διαπεράσαντες ἦλθον εἰς τὴν γῆν Γεννησαρέτ.
Μετάφραση :
Μετάφραση :
Ἐκεῖνο
τὸν καιρό, ὁ ᾿Ιησοῦς ὑποχρέωσε τοὺς μαθητές του νὰ μποῦν στὸ καΐκι καὶ
νὰ πᾶνε νὰ τὸν περιμένουν στὴν ἀπέναντι ὄχθη, ὡσότου αὐτὸς διαλύσει τὰ
πλήθη. ᾿Αφοῦ τοὺς διέλυσε, ἀνέβηκε μόνος του στὸ βουνὸ νὰ προσευχηθεῖ.
῞Οταν βράδιασε ἦταν μόνος του ἐκεῖ. Στὸ μεταξὺ τὸ καΐκι βρισκόταν κιόλας
στὴ μέση τῆς λίμνης καὶ τὸ παίδευαν τὰ κύματα, γιατὶ ἦταν ἀντίθετος ὁ
ἄνεμος. Κατὰ τὰ ξημερώματα, ἦρθε ὁ ᾿Ιησοῦς κοντά τους περπατώντας πάνω
στὴ λίμνη. Οἱ μαθητές, ὅταν τὸν εἶδαν νὰ περπατάει πάνω στὴ λίμνη,
τρόμαξαν· ἔλεγαν πὼς εἶναι φάντασμα κι ἔβαλαν τὶς φωνὲς ἀπὸ τὸν φόβο
τους. ᾿Αμέσως ὅμως ὁ ᾿Ιησοῦς τοὺς μίλησε καὶ τοὺς εἶπε· «Θάρρος! ᾿Εγὼ
εἶμαι· μὴ φοβάστε». ῾Ο Πέτρος τοῦ ἀποκρίθηκε· «Κύριε, ἂν εἶσαι ἐσύ, δῶσε
μου ἐντολὴ νὰ ἔρθω κοντά σου περπατώντας στὰ νερά». Κι ἐκεῖνος τοῦ
εἶπε· «῎Ελα». Κατέβηκε τότε ἀπὸ τὸ πλοῖο ὁ Πέτρος κι ἄρχισε νὰ περπατάει
πάνω στὰ νερὰ γιὰ νὰ πάει στὸν ᾿Ιησοῦ. Βλέποντας ὅμως τὸν ἰσχυρὸ ἄνεμο
φοβήθηκε, κι ἄρχισε νὰ καταποντίζεται· ἔβαλε τότε τὶς φωνές· «Κύριε,
σῶσε με!» ᾿Αμέσως ὁ ᾿Ιησοῦς ἅπλωσε τὸ χέρι, τὸν ἔπιασε καὶ τοῦ λέει·
«᾿Ολιγόπιστε, γιατί σὲ κυρίεψε ἡ ἀμφιβολία;» Καὶ μόλις ἀνέβηκαν στὸ
καΐκι κόπασε ὁ ἄνεμος. Τότε ὅσοι ἦταν στὸ καΐκι ἦρθαν καὶ τὸν
προσκύνησαν λέγοντας· «᾿Αληθινά, εἶσαι ὁ Υἱὸς τοῦ Θεοῦ!» ᾿Αφοῦ
διασχίσανε τὴ λίμνη, ἦρθαν στὴν περιοχὴ τῆς Γεννησαρέτ.