Ο Σεβ. Μητροπολίτης Μάνης κ. Χρυσόστομος Γ’ μετέβη σήμερα 27/10/2023 στο ορεινό χωριό Άρνα όπου τέλεσε τον αγιασμό, συμπαραστατούμενος από τους π. Παναγιώτη Βαβούλη, εφημέριο Άρνας και τον π. Ανδρέα Κόνιαρη, εφημέριο Ανωγείων Ξηροκαμπίου, στα εγκαίνια της «Γιορτής του Κάστανου» και ευλόγησε τους παραγωγούς.
Παρακάτω παραθέτουμε την ειδική Ευχή του Σεβ. για την συγκομιδή του κάστανου:
«Δέσποτα Κύριε, ὁ Θεὸς ἡμῶν, Δημιουργὲ τοῦ σύμπαντος κόσμου καὶ τῆς ὡραιότητος αὐτοῦ, ὁ τὴν γῆν τῇ τρίτῃ ἡμέρᾳ τῆς δημιουργίας κατακοσμήσας χλόῃ καὶ χόρτῳ καὶ ποικιλίᾳ σπερμάτων σπορίμων κατά γένος, καὶ ἐντειλάμενος αὐτῇ βλαστῆσαι ξύλον κάρπιμον ποιοῦν καρπόν, καὶ ἰδών πάντα ὃτι καλὰ λίαν ἐστίν, Αὐτὸς καὶ νῦν, Δέσποτα, ἐπίβλεψον ἐξ οὐρανοῦ ἐπὶ τὰ κτήματα ταῦτα μετὰ τῶν ἐν αὐτοῖς καστανοδένδρων καὶ εὐλόγησον αὐτά τῇ κραταιᾷ Σου χειρί. Εὐλόγησον, Κύριε, καὶ τὸν ὡραῖον καὶ μεστὸν καρπὸν τούτων, τὸν διατρέφοντα τὸ σῶμα καὶ θερμαίνοντα τὴν καρδίαν, καὶ διαφύλαξον αὐτὸν ἐκ παντοίας βλάβης. Δέξαι, Ἀγαθὲ καὶ Φιλάνθρωπε, τὴν δοξολογίαν ἡμῶν καὶ τὴν εὐχαριστίαν, ὑπὲρ πασῶν τῶν εἰς ἡμᾶς γεγενημένων εὐεργεσιῶν Σου, καὶ ὑπὲρ τούτων τῶν καρπῶν τῶν καστάνων, οὓς ἐκ τῶν ἐπιγείων Σου ἀγαθῶν ἡμῖν δέδωκας πρὸς βρῶσιν, ἀπόλαυσιν και χαράν, ποιητικὴν καὶ καλλιτεχνικήν έμπνευσιν καὶ ἐργασίας πορισμόν. Ἀξίωσον δὲ ἡμᾶς, κατὰ τὰ θεῖα προστάγματά Σου, προθύμως τὰς χεῖρας ἡμῶν ἀνοίγειν, εἰς τὸ μεταδιδόναι ἐξ αὐτῶν καὶ τοῖς ἀδελφοῖς εἰς εὐφροσύνην, ὃτι, ὡς γέγραπται, «ἱλαρὸν δότην ἀγαπᾶ ὁ Θεὸς» . ἳνα εὐχαρίστως δοξάζωμεν τὸ πανάγιον Ὀνομά Σου, τοῦ Πατρὸς καὶ τοῦ Υἱοῦ καὶ τοῦ Ἁγίου Πνεύματος, νῦν καὶ ἀεὶ καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.»