Ὁ
Ὅσιος εἶχε φθάσει σὲ τέτοια ὕψη ἀρετῆς, ὥστε ὁ πρεσβύτερος τῆς μονῆς
ἔλεγε ὅτι ποτὲ αὐτὸς δὲν μετέδωσε Θεία Κοινωνία στὸν Ὅσιο, ἀλλὰ τὴν
παρεῖχε σὲ αὐτὸν χέρι Ἀγγέλου.
Ὁ
Ὅσιος Μάρκος κοιμήθηκε μὲ εἰρήνη σὲ βαθὺ γῆρας. Ἀπὸ τὰ ἔργα του
σώζονται μόνο μερικοὶ λόγοι, ἐπιστολὲς καὶ συμβουλευτικὲς πραγματεῖες.
Ἀπολυτίκιον. Ἦχος δ’. Ταχὺ προκατάλαβε.
Ὡς ἄγγελος ἔζησας, ἐν τῇ ἐρήμῳ σοφέ, καὶ ὤφθης ἀνάπλεως, τῶν ἐκ Θεοῦ δωρεῶν, ὦ Μᾶρκε Πατὴρ ἡμῶν· ὅθεν ἐν σοὶ ἐξέστη, Σεραπίων ὁ θεῖος, καὶ ἤγγειλε τοῖς ἐν κόσμῳ, τὴν ἁγίαν ζωήν σου· μεθ’ οὗ ἀεὶ δυσώπει, ὑπὲρ τῶν τιμώντων σε.
Ἕτερον Ἀπολυτίκιον. Ἦχος δ’. Ταχὺ προκατάλαβε.
Ἐκ
πόλεως ἤνθησας, τῶν Ἀθηνῶν τῆς λαμπρᾶς, καὶ βίον ἰσάγγελον, ἐπολιτεύσω
ἐν γῇ, τρωθεὶς θείῳ ἔρωτι· ὅθεν ἐν τῇ ἐρήμῳ, ὁ ἀββᾶς Σεραπίων, εὗρέ σε
θείᾳ νεύσει, Ὁσιώτατε Μᾶρκε· διὸ τῆς πολιτείας σου, τὸν τρόπον ἀγάμεθα.
Κοντάκιον. Ἦχος δ’. Ἐπεφάνης σήμερον.
Ἐν
ἐρήμῳ Ὅσιε, στερρῶς ἀσκήσας, καὶ τραφεὶς ὡς ἄγγελος, ἀπ’ οὐρανοῦ
ὑπερφυῶς, Ἀγγέλων ὤφθης ἰσότιμος, Μᾶρκε παμμάκαρ, Ὁσίων ἀγλάϊσμα.
Μεγαλυνάριον.
Βλάστημα
ὑπάρχων τῶν Ἀθηνῶν, ἄνθος τῆς ἐρήμου, διὰ βίου ἀγγελικοῦ, Μᾶρκε
ἀνεδείχθης, καὶ κόσμῳ διαπνέεις, τῶν ἀρετῶν σου Πάτερ, ὀσμὴν τὴν
κρείττονα.