Ἀπολυτίκιο. Ἦχος γ’. Τὴν ὡραιότητα.
Τὴν ἀπροσμάχητον, τοῦ Λόγου δύναμιν, Λοῦππε μακάριε, περιζωσάμενος, κατεπολέμησας στερρῶς, τὸν ἄρχοντα τῆς κακίας· σὺ γὰρ ὑπερέλαμψας, ἐν ἀγῶσιν ἀθλήσεως· ὅθεν καὶ ἀπέλαβες, τὸ βραβεῖον τῶν ἄθλων σου, πρεσβεύων ἐκτενῶς Ἀθλοφόρε, δοῦναι ἡμῖν πταισμάτων λύσιν.

Κοντάκιον. Ἦχος β’. Τὰ ἄνω ζητῶν.
Ὁπλίτης στερρός, Κρίου ἐχρημάτισας, ὀλέσας ἐχθρῶν, ἀθλητικῶς τὰς φάλαγγας· σὺ γὰρ τῷ θείῳ ἔρωτι, ὐπὲρ φύσιν ἀγῶνας διήνυσας, πρεσβεύων Χριστῷ τῷ Θεῷ, πανένδοξε Λοῦππε, ὑπὲρ πάντων ἡμῶν.

Μεγαλυνάριον.
Μάρτυς ἀκαθαίρετος τοῦ Χριστοῦ, Λοῦππε ἀνεδείχθης, ἐν ἀγῶσι καταβαλών, τῶν ἀντικειμένων, ἐχθρῶν τὰς παρατάξεις}διὸ καὶ ἐδοξάσθης, ἀξίως ἔνδοξε.