Γιὰ
τὴν περίπτωση αὐτή, ὁ Σ. Εὐστρατιάδης στὸ Ἁγιολόγιό του, γράφει τὰ
ἑξῆς: «Λέξις λατινικὴ (indictio) ὁρισμὸν σημαίνουσα καθ’ ὂν κατὰ
δεκαπενταετὴ περίοδον ἐπληρώνοντο εἰς τοὺς αὐτοκράτορας τῶν Ρωμαίων οἱ
φόροι. Κατὰ τὴν ἐκκλησιαστικὴν παράδοσιν, τὴν ἀρχὴν τῆς ἰνδικτιῶνος
εἰσήγαγεν ὁ Αὔγουστος Καῖσαρ (1 – 14), ὄτε διέταξε τὴν γενικὴν τῶν
κατοίκων τοῦ Ρωμαϊκοῦ κράτους ἀπογραφὴν καὶ τὴν εἴσπραξιν τῶν φόρων,
κατὰ τὴν πρώτην τοῦ Σεπτεμβρίου μηνός.
Ἀπὸ τοῦ Μεγάλου Κωνσταντίνου
(313) ἐγένετο ἐπισήμως χρῆσις τῆς Ἰνδικτιῶνος ὡς χρονολογίας. Ἔκτοτε δὲ ἡ
ἐκκλησία Κωνσταντινουπόλεως μέχρι τοῦ νῦν ἑορτάζει τὴν 1η Σεπτεμβρίου ὡς ἀρχὴν τοῦ ἐκκλησιαστικοῦ ἔτους».
«Ἴνδικτον ἡμῖν εὐλόγει νέου χρόνου, ὢ καὶ παλαιὲ καὶ δι’ ἀνθρώπους νέε».
Ἀπολυτίκιο. Ἦχος β’.
Ὁ πάσης Δημιουργός τῆς κτίσεως, ὁ καιροὺς καὶ χρόνους ἐν τῇ ἰδὶᾳ ἐξουσίᾳ θέμενος, εὐλόγησον τὸν στέφανον, τοῦ ἐνιαυτοῦ τῆς χρηστότητός σου, Κύριε, φυλάττων ἐν εἰρήνῃ τοὺς βασιλεῖς καὶ τὴν πόλιν σου, πρεσβείαις τῆς Θεοτόκου, μόνε Φιλάνθρωπε.

Κοντάκιον. Ἦχος δ’. Ὁ ὑψωθεὶς ἐν τῷ Σταυρῷ.
Ὁ τῶν αἰώνων Ποιητὴς καὶ Δεσπότης, Θεὲ τῶν ὅλων Ὑπερούσιε ὄντως, τὴν ἐνιαύσιον εὐλόγησον περίοδον, σώζων τῷ ἐλέει σου, τῷ ἀπείρῳ Οἰκτίρμων, πάντας τοὺς λατρεύοντας, σοὶ τῷ μόνῳ Δεσπότῃ, καὶ ἐκβοῶντας φόβῳ Λυτρωτά· Εὔφορον πᾶσι, τὸ ἔτος χορήγησον.

Μεγαλυνάριον.
Ἄναρχε Τρισήλιε Βασιλεῦ, ὁ καιρῶν καὶ χρόνων, τὰς ἑλίξεις περισκοπῶν, εὐλόγησον τὸν κύκλον, τῆς νέας περιόδου, τὰς ἀγαθάς σου δόσεις, πᾶσι δωρούμενος.