Τῷ
καιρῷ ἐκείνῳ, παράγοντι τῷ ᾿Ιησοῦ ἠκολούθησαν αὐτῷ δύο τυφλοὶ κράζοντες
καὶ λέγοντες· ᾿Ελέησον ἡμᾶς, υἱὲ Δαυΐδ. ᾿Ελθόντι δὲ εἰς τὴν οἰκίαν
προσῆλθον αὐτῷ οἱ τυφλοί, καὶ λέγει αὐτοῖς ὁ ᾿Ιησοῦς· Πιστεύετε ὅτι
δύναμαι τοῦτο ποιῆσαι; Λέγουσιν αὐτῷ· Ναί, Κύριε.
Τότε ἥψατο τῶν ὀφθαλμῶν αὐτῶν λέγων· Κατὰ τὴν πίστιν ὑμῶν γενηθήτω ὑμῖν.
Καὶ ἀνεῴχθησαν αὐτῶν οἱ ὀφθαλμοί· καὶ ἐνεβριμήσατο αὐτοῖς ὁ ᾿Ιησοῦς
λέγων· ῾Ορᾶτε μηδεὶς γινωσκέτω. Οἱ δὲ ἐξελθόντες διεφήμισαν αὐτὸν ἐν ὅλῃ
τῇ γῇ ἐκείνῃ. Αὐτῶν δὲ ἐξερχομένων ἰδοὺ προσήνεγκαν αὐτῷ ἄνθρωπον κωφὸν
δαιμονιζόμενον· καὶ ἐκβληθέντος τοῦ δαιμονίου ἐλάλησεν ὁ κωφός, καὶ
ἐθαύμασαν οἱ ὄχλοι λέγοντες ὅτι οὐδέποτε ἐφάνη οὕτως ἐν τῷ ᾿Ισραήλ. Οἱ
δὲ Φαρισαῖοι ἔλεγον· ᾿Εν τῷ ἄρχοντι τῶν δαιμονίων ἐκβάλλει τὰ δαιμόνια.
Καὶ περιῆγεν ὁ ᾿Ιησοῦς τὰς πόλεις πάσας καὶ τὰς κώμας διδάσκων ἐν ταῖς
συναγωγαῖς αὐτῶν καὶ κηρύσσων τὸ εὐαγγέλιον τῆς βασιλείας καὶ θεραπεύων
πᾶσαν νόσον καὶ πᾶσαν μαλακίαν ἐν τῷ λαῷ.
Μετάφραση:
Μετάφραση:
Εκεῖνο
τὸν καιρό, καθὼς προχωροῦσε ᾿Ιησοῦς, τὸν ἀκολούθησαν δύο τυφλοί, ποὺ
φώναζαν κι ἔλεγαν· «Σπλαχνίσου μας, Υἱὲ τοῦ Δαβίδ!» Κι ὅταν ἔφτασε στὸ
σπίτι, πῆγαν κοντά του οἱ τυφλοί, καὶ ὁ ᾿Ιησοῦς τοὺς λέει· «Πιστεύετε
πὼς μπορῶ νὰ τὸ κάνω αὐτό;» Τοῦ λένε· «Ναί, Κύριε». Τότε ἄγγιξε τὰ μάτια
τους καὶ εἶπε· «῞Οπως τὸ πιστεύετε νὰ σᾶς γίνει». Κι ἀνοίχτηκαν τὰ
μάτια τους. Τότε ὁ ᾿Ιησοῦς τοὺς πρόσταξε λέγοντας· «Προσέξτε νὰ μὴν τὸ
μάθει κανένας». Αὐτοὶ ὅμως, μόλις βγῆκαν ἔξω, διέδωσαν τὴ φήμη του σ᾿
ὅλη τὴν περιοχὴ ἐκείνη. ᾿Ενῶ ἔβγαιναν ἔξω οἱ δύο τυφλοί, τοῦ ἔφεραν ἕναν
κωφάλαλο δαιμονισμένο. Μόλις ἔδιωξε τὸ δαιμόνιο, μίλησε ὁ κωφάλαλος. Κι
ὁ κόσμος θαύμασε καὶ εἶπε· «Ποτὲ ὣς τώρα δὲν εἶδαν οἱ ᾿Ισραηλίτες
τέτοια πράγματα!» Οἱ Φαρισαῖοι ὅμως ἔλεγαν· «Μὲ τὴ δύναμη τοῦ ἄρχοντα
τῶν δαιμονίων διώχνει τὰ δαιμόνια». ῾Ο ᾿Ιησοῦς περιόδευε σ᾿ ὅλες τὶς
πόλεις καὶ στὰ χωριά, δίδασκε στὶς συναγωγές τους, κήρυττε τὸ χαρμόσυνο
μήνυμα γιὰ τὸν ἐρχομὸ τῆς βασιλείας τοῦ Θεοῦ καὶ γιάτρευε κάθε ἀσθένεια
καὶ κάθε ἀδυναμία στὸν λαό.