Ἡ κυρίως μνήμη τους ἑορτάζεται τὴν 31η Ἰανουαρίου, ὅπου καὶ ὁ βίος τους.
Ἀπολυτίκιον. Ἦχος γ’. Θείας πίστεως.
Θείας
πίστεως, τῇ ἀναλάμψει, ὁ ἑπτάριθμος, Μαρτύρων δῆμος, ὡς λυχνία
ἀνεδείχθη ἑπτάφωτος, ταῖς τῶν ἀγώνων ἐνθέοις λαμπρότησι, φωταγωγοῦντες
τοὺς πίστει κραυγάζοντας· Θεῖοι Μάρτυρες, Χριστῷ τῷ Θεῷ πρεσβεύσατε,
δωρήσασθαι ἡμῖν τὸ μέγα ἔλεος.
Κοντάκιον. Ἦχος β’. Τοῖς τῶν αἱμάτων σου.
Ὡς
στατιῶται Χριστοῦ ἀκατάπληκτοι, τὰς ἐναντίας ἀρχὰς ἐτροπώσασθε, φαιδρῶς
συνημμένοι τῷ πνεύματι, καὶ ὁμοφώνως κραυγάζοντες Μάρτυρες· Χριστὸς τῶν
ἀθλούντων ὁ στέφανος.
Μεγαλυνάριον.
Κλαύδιον
Οὐΐκτωρα τὸν σεπτόν, σὺν Οὐϊκτωρίνῳ, καὶ Παππίᾳ τῷ ἱερῷ, καὶ σὺν
Διοδώρῳ, τὸν θεῖον Νικηφόρον, ὁμοῦ καὶ Σεραπίωνα μακαρίσωμεν.