Εἶπε δέ· ἄνθρωπός τις εἶχε δύο υἱούς. Καὶ εἶπεν ὁ νεώτερος αὐτῶν τῷ πατρί· πάτερ, δός μοι τὸ ἐπιβάλλον μέρος τῆς οὐσίας. καὶ διεῖλεν αὐτοῖς τὸν βίον. Καὶ μετ᾿ οὐ πολλὰς ἡμέρας συναγαγὼν ἅπαντα ὁ νεώτερος υἱὸς ἀπεδήμησεν εἰς χώραν μακράν, καὶ ἐκεῖ διεσκόρπισε τὴν οὐσίαν αὐτοῦ ζῶν ἀσώτως. Δαπανήσαντος δὲ αὐτοῦ πάντα ἐγένετο λιμὸς ἰσχυρὸς κατὰ τὴν χώραν ἐκείνην, καὶ αὐτὸς ἤρξατο ὑστερεῖσθαι. Καὶ πορευθεὶς ἐκολλήθη ἑνὶ τῶν πολιτῶν τῆς χώρας ἐκείνης, καὶ ἔπεμψεν αὐτὸν εἰς τοὺς ἀγροὺς αὐτοῦ βόσκειν χοίρους. Καὶ ἐπεθύμει γεμίσαι τὴν κοιλίαν αὐτοῦ ἀπὸ τῶν κερατίων ὧν ἤσθιον οἱ χοῖροι, καὶ οὐδεὶς ἐδίδου αὐτῷ. Εἰς ἑαυτὸν δὲ ἐλθὼν εἶπε· πόσοι μίσθιοι τοῦ πατρός μου περισσεύουσιν ἄρτων, ἐγὼ δὲ λιμῷ ἀπόλλυμαι! ἀναστὰς πορεύσομαι πρὸς τὸν πατέρα μου καὶ ἐρῶ αὐτῷ· πάτερ, ἥμαρτον εἰς τὸν οὐρανὸν καὶ ἐνώπιόν σου. Οὐκέτι εἰμὶ ἄξιος κληθῆναι υἱός σου· ποίησόν με ὡς ἕνα τῶν μισθίων σου. Καὶ ἀναστὰς ἦλθε πρὸς τὸν πατέρα αὐτοῦ. ἔτι δὲ αὐτοῦ μακρὰν ἀπέχοντος εἶδεν αὐτὸν ὁ πατὴρ αὐτοῦ καὶ ἐσπλαγχνίσθη, καὶ δραμὼν ἐπέπεσεν ἐπὶ τὸν τράχηλον αὐτοῦ καὶ κατεφίλησεν αὐτόν.
Εἶπε δὲ αὐτῷ ὁ υἱός· πάτερ, ἥμαρτον εἰς τὸν οὐρανὸν καὶ ἐνώπιόν σου, καὶ οὐκέτι εἰμὶ ἄξιος κληθῆναι υἱός σου.
Εἶπε δὲ ὁ πατὴρ πρὸς τοὺς δούλους αὐτοῦ· ἐξενέγκατε τὴν στολὴν τὴν πρώτην καὶ ἐνδύσατε αὐτόν, καὶ δότε δακτύλιον εἰς τὴν χεῖρα αὐτοῦ καὶ ὑποδήματα εἰς τοὺς πόδας, καὶ ἐνέγκαντες τὸν μόσχον τὸν σιτευτὸν θύσατε, καὶ φαγόντες εὐφρανθῶμεν, ὅτι οὗτος ὁ υἱός μου νεκρὸς ἦν καὶ ἀνέζησε, καὶ ἀπολωλὼς ἦν καὶ εὑρέθη. καὶ ἤρξαντο εὐφραίνεσθαι. ῏Ην δὲ ὁ υἱὸς αὐτοῦ ὁ πρεσβύτερος ἐν ἀγρῷ· καὶ ὡς ἐρχόμενος ἤγγισε τῇ οἰκίᾳ ἤκουσε συμφωνίας καὶ χορῶν, καὶ προσκαλεσάμενος ἕνα τῶν παίδων ἐπυνθάνετο τί εἴη ταῦτα. ὁ δὲ εἶπεν αὐτῷ ὅτι ὁ ἀδελφός σου ἥκει καὶ ἔθυσεν ὁ πατήρ σου τὸν μόσχον τὸν σιτευτόν, ὅτι ὑγιαίνοντα αὐτὸν ἀπέλαβεν. ὠργίσθη δὲ καὶ οὐκ ἤθελεν εἰσελθεῖν. ὁ οὖν πατὴρ αὐτοῦ ἐξελθὼν παρεκάλει αὐτόν. ὁ δὲ ἀποκριθεὶς εἶπε τῷ πατρί· ἰδοὺ τοσαῦτα ἔτη δουλεύω σοι καὶ οὐδέποτε ἐντολήν σου παρῆλθον, καὶ ἐμοὶ οὐδέποτε ἔδωκας ἔριφον ἵνα μετὰ τῶν φίλων μου εὐφρανθῶ· ὅτε δὲ ὁ υἱός σου οὗτος, ὁ καταφαγών σου τὸν βίον μετὰ πορνῶν, ἦλθεν, ἔθυσας αὐτῷ τὸν μόσχον τὸν σιτευτόν. ὁ δὲ εἶπεν αὐτῷ· τέκνον, σὺ πάντοτε μετ᾿ ἐμοῦ εἶ, καὶ πάντα τὰ ἐμὰ σά ἐστιν· εὐφρανθῆναι δὲ καὶ χαρῆναι ἔδει, ὅτι ὁ ἀδελφός σου οὗτος νεκρὸς ἦν καὶ ἀνέζησε, καὶ ἀπολωλὼς ἦν καὶ εὑρέθη.
Διαβάζουμε ἀπὸ τὸ Εὐαγγέλιο τὴν παραβολὴ τοῦ Ἀσώτου Υἱοῦ (Λούκ.15, 11-32). Ἡ παραβολὴ αὐτὴ μαζὶ μὲ τοὺς ὕμνους τῆς ἡμέρας, μᾶς παρουσιάζουν τὴ μετάνοια σὰν ἐπιστροφὴ τοῦ ἀνθρώπου ἀπὸ τὴ ἐξορία. Ὁ ἄσωτος γιός, πῆγε σὲ μιὰ μακρινὴ χώρα καὶ ἐκεῖ σπατάλησε ὅ,τι εἶχε καὶ δὲν εἶχε. Μιὰ μακρινὴ χώρα. Εἶναι ὁ μοναδικὸς ὁρισμὸς τῆς ἀνθρώπινης κατάστασης ποὺ θὰ ἔπρεπε νὰ ἀποδεχτοῦμε καθὼς ἀρχίζουμε τὴν προσέγγισή μας στὸ Θεό. Ἕνας ἄνθρωπος ποὺ ποτὲ δὲν εἶχε αὐτὴ τὴν ἐμπειρία, ἔστω καὶ γιὰ λίγο, ποὺ ποτὲ δὲν αἰσθάνθηκε ὅτι εἶναι ἐξόριστος ἀπὸ τὸ Θεὸ καὶ ἀπὸ τὴν ἀληθινὴ ζωή, αὐτὸς ποτὲ δὲν θὰ καταλάβει τί ἀκριβῶς εἶναι ὁ Χριστιανισμός. Αὐτὸ τὸ αἴσθημα τῆς ἀποξένωσης ἀπὸ τὸ Θεό, ἀπὸ τὴν μακαριότητα τῆς κοινωνίας μαζί Του, ἀπὸ τὴν ἀληθινὴ ζωὴ ὅπως τὴ δημιούργησε καὶ μᾶς τὴν ἔδωσε Ἐκεῖνος. Νὰ παραδεχθῶ ὅτι ἔχω ἀμαυρώσει καὶ ἔχω χάσει τὴν πνευματική μου ὀμορφιά, ὅτι εἶμαι πολὺ μακριὰ ἀπὸ τὸ πραγματικό μου σπίτι, τὴν ἀληθινὴ ζωή.
Ἔλαβα ἀπὸ τὸ Θεὸ θαυμαστὰ πλούτη: πρῶτα ἀπ' ὅλα τὴ ζωὴ καὶ τὴ δυνατότητα νὰ τὴ χαίρομαι, νὰ τὴν ὀμορφαίνω μὲ νόημα, ἀγάπη καὶ γνώση. Ὕστερα - μὲ τὸ Βάπτισμα - ἔλαβα τὴ νέα ζωὴ ἀπὸ τὸν ἴδιο τὸ Χριστό, τὰ δῶρα τοῦ Ἁγίου Πνεύματος, τὴν εἰρήνη καὶ τὴ χαρὰ τῆς οὐράνιας Βασιλείας. Καὶ ὅλα αὐτὰ τὰ ἔχασα, τὰ χάνω καθημερινά, ὄχι μόνο μὲ τὶς ἁμαρτίες, τὶς παραβάσεις, ἀλλὰ μὲ τὴν ἁμαρτία ὅλων τῶν ἁμαρτιῶν: τὴν ἀπομάκρυνση τῆς ἀγάπης μου ἀπὸ τὸ Θεό, προτιμώντας τὴν μακρινὴ χώρα ἀπὸ τὸ ὄμορφο σπίτι τοῦ Πατέρα.
Ἡ Ἐκκλησία ὅμως εἶναι ἐδῶ παροῦσα γιὰ νὰ μοῦ θυμίζει τί ἔχω ἐγκαταλείψει, τί ἔχω χάσει.
Καί, καθὼς ἀναλογίζομαι, βρίσκω μέσα μου τὴν ἐπιθυμία τῆς ἐπιστροφῆς καὶ τὴ δύναμη νὰ τὴ πραγματοποιήσω. Αὐτὸ καὶ μόνο αὐτό, εἶναι μετάνοια, νὰ ἀποκτήσω ξανὰ τὸ χαμένο σπίτι. «Θὰ σηκωθῶ καὶ θὰ πάω στὸν πατέρα μου καὶ θὰ τοῦ πῶ. Πατέρα, ἁμάρτησα στὸν οὐρανὸ καὶ σὲ σένα, καὶ δὲν εἶμαι πλέον ἄξιος νὰ ὀνομασθῶ γιός σου».
Κοντάκιον. Ἦχος γ’. Ἡ Παρθένος σήμερον.
Τῆς πατρῴας δόξης σου, ἀποσκιρτήσας ἀφρόνως, ἐν κακοῖς ἐσκόρπισα, ὅν μοι παρέδωκας πλοῦτον· ὅθεν σοι, τὴν τοῦ Ἀσώτου φωνὴν κραυγάζω· Ἥμαρτον, ἐνώπιόν σου Πάτερ οἰκτίρμον· δέξαι με μετανοοῦντα, καὶ ποιήσόν με ὡς ἕνα τῶν μισθίων σου.