Παρασκευή 3 Σεπτεμβρίου 2010
Προεόρτια Γεννέσεως Ὑπεραγίας Θεοτόκου και Ὁ Ἅγιος Σώζων ὁ Μάρτυρας (7 Σεπτεμβρίου).
Παραμονὴ τῆς μεγάλης Ἑορτῆς.
Ἀπολυτίκιον. Ἦχος δ’. Κατεπλάγη Ἰωσήφ.
Ἐκ τῆς ῥίζης Ἰεσσαί, καὶ ἐξ ὀσφύος τοῦ Δαβίδ, ἡ Θεόπαις Μαριάμ, τίκτεται σήμερον ἡμῖν· διὸ καὶ χαίρει ἡ σύμπασα καὶ καινουργεῖται· συγχαίρει τε ὁμού, ὁ οὐρανὸς καὶ ἡ γῆ. Αἰνέσατε αὐτὴν, αἱ πατριαὶ τῶν ἐθνῶν· Ἰωακεὶμ εὐφραίνεται, καὶ Ἄννα πανηγυρίζει κραυγάζουσα· Ἡ στεῖρα τίκτει, τὴν Θεοτόκον, καὶ τροφὸν τῆς ζωῆς ἡμῶν.
Κοντάκιον. Ἦχος γ’. Ἡ Παρθένος σήμερον.
Ἡ Παρθένος σήμερον, καὶ Θεοτόκος Μαρία, ἡ παστὰς ἡ ἄλυτος, τοῦ οὐρανίου Νυμφίου, τίκτεται, ἀπὸ τῆς στείρας θεοβουλήτως, ὄχημα, τοῦ Θεοῦ Λόγου εὐτρεπισθῆναι· εἰς τοῦτο γὰρ καὶ προωρίσθη, ἡ θεία πύλη, καὶ Μήτηρ τῆς ὄντως ζωῆς.
Μεγαλυνάριον.
Ἐκ λαγόνων ἤδη στειρωτικῶν, τὴν καρποφορίαν, γεωργοῦσα τῶν ἀγαθῶν, ἡ Ἁγνὴ Παρθένος, προέρχεται τῷ κόσμῳ· λαοὶ μετ’ εὐφροσύνης, προεορτάσατε.
Ὁ Ἅγιος Σώζων, καταγόταν ἀπὸ τὴν πόλη Λυκαονία τῆς Μ. Ἀσίας.
Βοσκὸς στὸ ἐπάγγελμα, γρήγορα βαπτίστηκε χριστιανὸς καὶ πῆρε τὸ ὄνομα Σώζων. Ἦταν ἄνθρωπος ἐνάρετος καὶ θεοσεβής. Μελετοῦσε τὶς ἅγιες γραφὲς καὶ κήρυττε τὸ λόγο τοῦ Εὐαγγελίου.
Κάποια μέρα μπῆκε σὲ ἕναν εἰδωλολατρικὸ ναὸ ὅπου εἶδε ἕνα ἄγαλμα φτιαγμένο ἀπὸ χρυσό. Ὀργίστηκε μὲ τὴν σκέψη ὅτι πολλοὶ ἄνθρωποι πεθαίνουν ἀπὸ τὴν πεῖνα, καὶ οἱ εἰδωλολάτρες φτιάχνουν πολυτελὴ εἴδωλα. Ἔτσι ἔκοψε τὸ ἕνα χέρι τοῦ ἀγάλματος καὶ ἀφοῦ τὸ πούλησε μοίρασε τὰ χρήματα στοὺς φτωχοὺς χριστιανούς.
Ὁ ἡγεμόνας τῆς περιοχῆς ὅταν ἔμαθε τί εἶχε συμβεῖ ἄρχισε νὰ συλλαμβάνει καὶ νὰ τιμωρεῖ χριστιανούς. Ὁ Σώζων τότε παρουσιάστηκε στὸν ἡγεμόνα καὶ ὁμολόγησε μὲ θᾶρρος καὶ χωρὶς νὰ ἔχει μετανιώσει.
Ἔπειτα ἀπὸ πολλὰ βασανιστήρια παρέδωσε τὸ πνεῦμά του μαρτυρικὰ στὸν Θεό.
Ἀπολυτίκιον. Ἦχος α’. Τῆς ἐρήμου πολίτης.
Δι’ ὀμφὴς οὐρανίου πιστωθεὶς πρὸς τὰ κρείττονα, τοὺς τῆς εὐσεβείας ἀγῶνας, ἀπτοήτως διέδραμες· καὶ ὤφθης τοῦ Σωτῆρος κοινωνός, ἀθλήσας Μάρτυς Σώζων ἀνδρικῶς· διὰ τοῦτο διασώζεις ἐκ πειρασμῶν, τοὺς πίστει προσιόντας σοι. Δόξα τῷ παρασχόντι σοι ἰσχύν, δόξα τῷ σὲ στεφανώσαντι, δόξα τῷ ἐνεργούντι διὰ σοῦ, πᾶσιν ἰάματα.
Κοντάκιον. Ἦχος γ’. Τῆς ἐρήμου πολίτης.
Νεανίας ἄλκιμος, ὡς ἐπιστὰς τῷ σταδίῳ, στρατιώτης ἄριστος τοῦ Ζωοδότου ἐδείχθης· τούτου γάρ, τὴν δυναστείαν διεζωσμένος, ἔλυσας, τῶν παρανόμων τὰς ἐπινοίας, καὶ νομίμως ἐναθλήσας, Σῶζον θεόφρον, σώζεις τοὺς δούλους σου.
Μεγαλυνάριον.
Σώζων τοῦ Σωτῆρος ὁ ἀριστεύς, ὁ τὰς παρατάξεις, διολέσας τῶν δυσμενῶν, σῶζε τοὺς δούλους, τῆς τούτων ἐπηρείας, Χριστὸν καθικετεύων, σωθῆναι ἅπαντας.