Ἀπολυτίκιον. Ἦχος δ’. Ταχὺ προκατάλαβε.
Χορὸς
πολυάριθμος, τῶν Ἀσκητῶν τοῦ Χριστοῦ, λαμπρῶς συγκροτούμενος, τῷ τῆς
ἀγάπης δεσμῷ, ἐν Κρήτῃ ἐξέλαμψεν· ἔνθα καὶ ὁμοφρόνως, ἐνασκήσαντες
πίστει, πάντες μιᾷ ἡμέρᾳ, μετετέθησαν ἄνω, πρεσβεύοντες Χριστῷ τῷ Θεῷ,
δοῦναι πᾶσιν ἡμῖν συγχώρησιν.
Κοντάκιον. Ἦχος δ’. Ἐπεφάνης σήμερον.
Ἐν
τῇ Κρήτῃ λάμψαντες καθάπερ λύχνοι, ἀρετῶν ταῖς χάρισι, φωταγωγεῖτε
μυστικῶς, Πατέρες θεῖοι τοὺς ψάλλοντας· χαίροις Ὁσίων χορὸς θεοσύνακτος.
Μεγαλυνάριον.
Τοὺς
ἐν ὁμονοίᾳ θεοφιλεῖ, λάμψαντας ἐν Κρήτῃ, δι’ ἀγώνων ἀσκητικῶν,
τιμήσωμεν πόθῳ, Πατέρας τοὺς Ὁσίους· Χριστῷ γὰρ ὁμοφρόνως,
κατηκολούθησαν.