Αὐτὴ ἔγινε στὴ Νίκαια τὸ 787, ἐπὶ βασιλέως Κωνσταντίνου καὶ Εἰρήνης, τῆς μητέρας του, καὶ ἐπὶ Ἀδριανοῦ Πάπα Ρώμης, Ταρασίου Κωνσταντινουπόλεως, Πολιτιανοῦ Ἀλεξανδρείας, Θεοδωρήτου Ἀντιοχείας καὶ Ἠλία Ἱεροσολύμων.
Συνολικὰ
οἱ Πατέρες ποὺ ἔλαβαν μέρος στὴ Σύνοδο αὐτὴ ἦταν 365 καὶ ἀναθεμάτισαν
τὴν αἵρεση τῶν εἰκονομάχων. Διατύπωσαν, ὅτι ἡ τιμὴ καὶ ἡ προσκύνηση τῆς
Εἰκόνας διαβαίνει στὸ πρωτότυπο (δηλαδὴ στὸν εἰκονιζόμενο Ἅγιο) καὶ ὄχι
στὰ καθ’ αὐτὸ ξύλο καὶ χρῶμα τῆς εἰκόνας.
Ἡ μνήμη τῆς Ζ’ Οἰκουμενικῆς Συνόδου τιμᾶται τὴν πρώτη Κυριακὴ μετὰ τὴν 11η Ὀκτωβρίου.
Ἀπολυτίκιον. Ἦχος α’. Τῆς ἐρήμου πολίτης.
Τῆς Ἑβδόμης Συνόδου τοὺς Πατέρας ὑμνήσωμεν, ὡς τῆς Ἐκκλησίας φωστῆρας καὶ θερμοὺς ἀντιλήπτορας· Εἰκόνα γὰρ τὴν θείαν τοῦ Χριστοῦ, ἐκήρυξαν τιμᾶσθαι εὐσεβῶς, καθελόντες τῶν αἱρέσεων τὴν ὀφρύν, καὶ πρὸς αὐτοὺς βοήσωμεν· Δόξα τῷ ἐνισχύσαντι ὑμᾶς, δόξα τῷ στεφανώσαντι, δόξα τῷ βεβαιοῦντι δι’ ὑμῶν, πίστιν τὴν Ὀρθόδοξον.
Ἕτερον Ἀπολυτίκιον. Ἦχος πλ. δ’.
Ὑπερδεδοξασμένος εἶ Χριστὲ ὁ Θεὸς ἡμῶν, ὁ φωστῆρας ἐπὶ γῆς, τοὺς Πατέρας ἡμῶν θεμελιώσας, καὶ δι’ αὐτῶν, πρὸς τὴν ἀληθινὴν πίστιν πάντας ἡμᾶς ὁδηγήσας· Πολυεύσπλαγχνε δόξα σοι.
Ἕτερον Ἀπολυτίκιον. Ἦχος δ’. Ταχὺ προκατάλαβε.
Ταῖς
θείαις τοῦ Πνεύματος, καὶ ἑπταρίθμοις αὐγαῖς, Πατέρες οἱ ἔνθεοι,
καταυγασθέντες τὸν νοῦν, Ἑβδόμην συνέλευσιν, ἤθροισαν ἐκ περάτων, ἐν
Νικαίᾳ τῇ πόλει, ἱδρύσαντες θεοφρόνως, τὰς πανσέπτους Εἰκόνας. Αὐτῶν
μετ’ εὐφροσύνης, τῇ μνήμῃ ᾄσωμεν.
Κοντάκιον. Ἦχος πλ. β’. Χειρόγραφον εἰκόνα.
Ἐκ
Πατρὸς ἐκλάμψας, Υἱὸς ἀρρήτως, ἐκ γυναικὸς ἐτέχθη διπλοῦς τῇ φύσει· Ὃν
εἰδότες οὐκ ἀρνούμεθα, τῆς μορφῆς τὸ ἐκτύπωμα· αὐτὸ δὲ εὐσεβῶς
ἀνιστοροῦντες, σέβομεν πιστῶς· καὶ διὰ τοῦτο, τὴν ἀληθινὴν πίστιν
κρατοῦσα, ἡ Ἐκκλησία ἀσπάζεται, τὴν εἰκόνα τῆς Χριστοῦ ἐνανθρωπήσεως.
Μεγαλυνάριον.
Τοὺς θείους Πατέρας τοὺς τὴν σεπτήν, Σύνοδον Ἑβδόμην, συγκροτήσαντας ἱερῶς, καὶ τετιμηκότας, Εἰκόνας τὰς ἁγίας, ᾀσμάτων συμφωνίᾳ, ἀνευφημήσωμεν.
Ἔτερον Μεγαλυνάριον.
Ἐπὶ
τὸ πρωτότυπον ἡ τιμή, τῶν σεπτῶν Εἰκόνων διαβαίνει ὡς ἀληθῶς, ὥσπερ οἱ
Πατέρες, Συνόδου τῆς Ἑβδόμης, ἐτράνωσαν πανσόφως· οὓς μεγαλύνωμεν.