Ἔτσι ἀφοῦ ἔζησε ὁ Ὅσιος Τίτος καὶ διέλαμψε στὴν ἐνάρετη πολιτεία, κοιμήθηκε μὲ εἰρήνη.
Ἀπολυτίκιον. Ἦχος δ’. Ὁ ὑψωθεὶς ἐν τῷ Σταυρῷ.
Ἀνατεθεὶς
ἀπὸ παιδὸς τῷ Κυρίῳ, ἀγγελικῶς ἐπολιτεύσω ἐν κόσμῳ, καὶ τῶν θαυμάτων
εἴληφας τὴν χάριν ἐκ Θεοῦ· ὅθεν ἐχρημάτισας, Μοναζόντων ἀλείπτης, Τίτε
παμμακάριστε, καὶ σοφὸς οἰκονόμος· ἀλλὰ μὴ παύσῃ Πάτερ ἐκτενῶς, ὑπὲρ τοῦ
κόσμου, Θεὸν ἱλεούμενος.
Κοντάκιον. Ἦχος δ’. Ἐπεφάνης σήμερον.
Ἐγκρατείας
ἄνθραξι, σαυτὸν καθάρας, ἀρετῶν ἐξήστραψας, φωτοειδεῖς μαρμαρυγάς,
καταφαιδρύνων τοὺς ψάλλοντας· χαίροις ὦ Τίτε, Πατέρων ἀγλάϊσμα.
Μεγαλυνάριον.
Χαίροις
τῶν Πατέρων ὑπογραμμός, καὶ τῶν Μοναζόντων, προμηθέστατος ὁδηγός·
χαίροις εὐσεβείας, ἑδραίωμα καὶ στῦλος, θαυματοφόρε Τίτε, Τριάδος
τέμενος.