Ἀπολυτίκιον. Ἦχος α’. Τῆς ἐρήμου πολίτης.
Σοφίᾳ
τῇ θεόθεν δεδομένῃ κοσμούμενος, ἐκήρυξας εὐτόλμως τοῦ Σωτῆρος τὸ ὄνομα,
καὶ τούτῳ ὡς θυσία καθαρά, προσήχθης τῷ πυρὶ τελειωθείς· διὰ τοῦτο
Νεομάρτυς σε Μιχαήλ, τιμῶμεν ἀνακράζοντες· δόξα τῷ παρασχόντι σοι ἰσχύν,
δόξα τῷ σὲ στεφανώσαντι, δόξα τῷ χορηγοῦντι διὰ σοῦ, ἡμῖν πταισμάτων
ἄφεσιν.
Κοντάκιον. Ἦχος γ’. Ἡ Παρθένος σήμερον.
Ἀθλητὴς
θεόσοφος, καὶ στρατιώτης γενναῖος, Μιχαὴλ μακάριε, Χριστοῦ ἀθλήσας
ἐδείχθης· πᾶσαν γάρ, καταπατήσας ἐχθροῦ μανίαν, ἤνεγκας, τὸν ἐν πυρὶ
θάνατον χαίρων, καὶ ὡς θεῖον ἱερεῖον, Χριστῷ προσήχθης, τῷ σὲ δοξάσαντι.
Μεγαλυνάριον
Χαίροις
ὁ Γρανίτσης θεῖος βλαστός, ὁ Χριστὸν δόξασας, δι’ ἀθλήσεως θαυμαστῆς·
χαίροις ὁ Κυρίῳ προσενεχθεὶς ὡς θῦμα, ὦ Μιχαὴλ ἐνέγκας, πυρὸς τὴν
ἔκκαυσιν.