Χειροτονήθηκε
διάκονος ἀπὸ τὸν Πατριάρχη Ἰωάννη τὸν Γ’. Ἀργότερα ἔγινε πρεσβύτερος
καὶ μετὰ τὸ θάνατο τοῦ Πατριάρχη Εὐτυχίου, ἐκλέχτηκε διάδοχός του.
Πέθανε 2 Σεπτεμβρίου τοῦ 595 καὶ τὸ λείψανό του τάφηκε στὸ ναὸ τῶν Ἁγίων Ἀποστόλων.
Ἀπολυτίκιον. Ἦχος δ'. Ταχὺ προκατάλαβε.
Χρισθεὶς
θείῳ χρίσματι, τῆς Ἐκκλησίας ποιμήν, Θεῷ ἱεράτευσας, ἀγγελικῶς ἐπὶ γῆς,
Ἰωάννη Πατὴρ ἡμῶν· σὺ γὰρ διὰ νηστείας, σεαυτὸν ἐκκαθάρας, κάθαρσιν τῶν
πταισμάτων, τῷ σῷ λόγῳ παρέχεις, τοῖς πόθῳ Ἱεράρχα θερμῶς σοι
προστρέχουσι.
Κοντάκιον. Ἦχος δ’. Ὁ ὑψωθεὶς ἐν τῷ Σταυρῷ.
Ὡς
τοῦ Προδρόμου κοινωνὸς ἐν τῇ κλήσει, τούτου ἐφάνης μιμητὴς καὶ τῇ
πράξει· νηστείᾳ γὰς διέλαμψας καὶ βίῳ καθαρῷ· ὅθεν Ποιμενάρχην σε, τῶν
οἰκείων προβάτων, ὁ Χριστὸς κατέστησεν, Ἰωάννη ἀξίως. Ὃν ἐκδυσώπει
σώζεσθαι ἡμᾶς, τοὺς ἐκτελοῦντας, τὴν πάνσεπτον μνήμην σου.
Μεγαλυνάριον.
Ἔχων
τὴν νηστείαν οἷα τρυφήν, τὴν ψυχὴν ἐτράφης, ταῖς τοῦ Πνεύματος δωρεαῖς·
ὅθεν διατρέφεις, τῆς χάριτος τῷ λόγῳ, παμμάκαρ Ἰωάννη, πιστῶν τὸ
πλήρωμα.