Ἀπολυτίκιον. Ἦχος δ’. Κατεπλάγη Ἰωσήφ.
Ἐκ
τῆς ῥίζης Ἰεσσαί, καὶ ἐξ ὀσφύος τοῦ Δαβίδ, ἡ Θεόπαις Μαριάμ, τίκτεται
σήμερον ἡμῖν· διὸ καὶ χαίρει ἡ σύμπασα καὶ καινουργεῖται· συγχαίρει τε
ὁμού, ὁ οὐρανὸς καὶ ἡ γῆ. Αἰνέσατε αὐτὴν, αἱ πατριαὶ τῶν ἐθνῶν· Ἰωακεὶμ
εὐφραίνεται, καὶ Ἄννα πανηγυρίζει κραυγάζουσα· Ἡ στεῖρα τίκτει, τὴν
Θεοτόκον, καὶ τροφὸν τῆς ζωῆς ἡμῶν.
Κοντάκιον. Ἦχος γ’. Ἡ Παρθένος σήμερον.
Ἡ
Παρθένος σήμερον, καὶ Θεοτόκος Μαρία, ἡ παστὰς ἡ ἄλυτος, τοῦ οὐρανίου
Νυμφίου, τίκτεται, ἀπὸ τῆς στείρας θεοβουλήτως, ὄχημα, τοῦ Θεοῦ Λόγου
εὐτρεπισθῆναι· εἰς τοῦτο γὰρ καὶ προωρίσθη, ἡ θεία πύλη, καὶ Μήτηρ τῆς
ὄντως ζωῆς.
Μεγαλυνάριον.
Ἐκ
λαγόνων ἤδη στειρωτικῶν, τὴν καρποφορίαν, γεωργοῦσα τῶν ἀγαθῶν, ἡ Ἁγνὴ
Παρθένος, προέρχεται τῷ κόσμῳ· λαοὶ μετ’ εὐφροσύνης, προεορτάσατε.