Στοὺς Συναξαριστὲς ἀναφέρεται ὅτι ὁ Ἅγιος Λεωνίδης, Ἐπίσκοπος Ἀθηνῶν, κοιμήθηκε μὲ εἰρήνη τὸ ἔτος 250 μ.Χ. Σὲ κάποιους ἀπὸ τοὺς Κώδικες ἀναφέρεται ὡς Μάρτυς, γεγονὸς ὅμως ποὺ δὲν ἀποδεικνύεται.
Ἀπολυτίκιον. Ἦχος δ’. Ταχὺ προκατάλαβε.
Ποιμὴν ἱερώτατος, καὶ Ἱεράρχης σοφός, τῆς πόλεως γέγονας, τῶν Ἀθηνῶν τῆς κλεινῆς, Λεωνίδα μακάριε· ὅθεν ἱερατεύσας, τῷ Σωτῆρι ὁσίως, ἤθλησας ὑπὲρ φύσιν, καὶ τὴν πλάνην καθεῖλες. Καὶ νῦν Πάτερ ἱκέτευε, ὑπὲρ τῶν τιμώντων σε.
Κοντάκιον. Ἦχος δ’. Ὁ ὑψωθεὶς ἐν τῷ Σταυρῷ.
Ὡς Ἱεράρχης ἐνθεώτατος Πάτερ, μαρτυρικῶς τὸν σὸν ἐτέλεσας βίον, Ἱερομάρτυς Λεωνίδα ἔνδοξε· χαίρων γὰρ ὑπήνεγκας, τῆς σαρκὸς τὰς ὀδύνας· ὅθεν μεταβέβηκας, πρὸς οὐράνιον λῆξιν, ὑπὲρ ἡμῶν πρεσβεύων πρὸς Χριστόν, τῶν ἐκτελούντων, τὴν πάνσεπτον μνήμην σου.
Μεγαλυνάριον.
Χαίροις τῆς Ἑλλάδος θεῖος βλαστός, Ἱερομαρτύρων Λεωνίδα ἡ καλλονή· χαίροις Ἀθηναίων, ὁ θεῖος Ποιμενάρχης, καὶ πρὸς Χριστὸν μεσίτης, Πάτερ θερμότατος.