Οἱ
Ἅγιοι συνελήφθησαν, ἐπειδὴ ἦταν Χριστιανοὶ καὶ δοκιμάσθηκαν μὲ πολλὰ
βασανιστήρια. Πρῶτα τοὺς χτύπησαν ὑπερβολικά, μέχρις ὅτου φάνηκαν τὰ
σπλάγχνα τους, στὴν συνέχεια μὲ πυρωμένα καρφιὰ τοὺς τρύπησαν τὰ ἰσχία
καὶ ἐπάνω σὲ αὐτὰ ἔριξαν ξύδι καὶ ἁλάτι. Ἀφοῦ ὅμως προσευχήθηκαν,
κατέστρεψαν τὰ ξόανα, τοὺς βωμοὺς καὶ τοὺς ναοὺς τῶν εἰδωλολατρῶν. Στὸ
τέλος, μετὰ τὶς φρικτὲς βασάνους, ἀποκεφαλίσθηκαν.
Ἡ Ἐκκλησία τιμᾶ τὴν μνήμη τους καὶ στὶς 28 Ὀκτωβρίου.
Ἀπολυτίκιον. Ἦχος δ’. Ταχὺ προκατάλαβε.
Στρατὸς
θεοσύλλεκτος, πανευκλεῶν Ἀθλητῶν, στερρότητι πίστεως, ἐξ Ἀφρικῆς
συνδραμών, γενναίως ἠγώνισται· σύμφρονες γὰρ τῇ γνώμῃ, καὶ τοῖς τρόποις
ὀφθέντες, σύναθλοι ἐν ἀγῶσιν, ἀνεδείχθησαν πάντες. Καὶ νῦν
καθικετεύουσι, σώζεσθαι ἅπαντας.
Κοντάκιον. Ἦχος δ’. Ἐπεφάνης σήμερον.
Ὡς
Χριστοῦ ἀκόλουθοι οἱ Ἀθλοφόροι, ἐν σταδίῳ ἔλεγον, ἀγωνιζόμενοι στερρῶς·
Μὴ δειλιάσωμεν σύναθλοι· τρυφὴ γὰρ μένει ὑμᾶς ἀδιάδοχος.
Μεγαλυνάριον.
Πλάνης
καταπτύσαντες τῶν θεσμῶν, τῇ ὁμολογίᾳ, παρετάξασθε τοῦ Χριστοῦ, κατὰ
τῶν ἀνόμων, γενναῖοι Ἀθλοφόροι· διὸ τῶν ἀϊδίων, γερῶν ἐτύχετε.