Ἡ πρώτη ἐμφάνιση τοῦ Τιμίου Σταυροῦ ἔγινε στὶς 27 Ὀκτωβρίου τοῦ 312 μ.Χ. πρὸς τὸν Μέγα Κωνσταντίνο, μὲ τὸ νικητήριο ἔμβλημα «ἐν τούτῳ νίκα», τὴν παραμονὴ τῆς μάχης ἐναντίον τοῦ Μαξεντίου.
Περὶ
τοῦ σημείου τοῦ Τιμίου Σταυροῦ ποὺ φανερώθηκε ὑπεράνω τοῦ Γολγοθᾶ
μαρτυροῦν, πλὴν τοῦ Ἁγίου Κυρίλλου καὶ ὁ Ἅγιος Ἀμβρόσιος (397 μ.Χ.), τὸ Πασχάλιον Χρονικὸν καὶ ἄλλοι Βυζαντινοὶ χρονογράφοι.
Ἀπολυτίκιον. Ἦχος α’.
Τοῦ
Σταυροῦ σου ὁ τύπος, νῦν ὑπὲρ ἥλιον ἔλαμψεν, ὅνπερ ἐξ ὄρους ἁγίου, τόπῳ
Κρανίου ἐφήπλωσας, καὶ τὴν ἐν αὐτῷ σου Σῶτερ ἰσχὺν ἐτράνωσας, διὰ
τούτου κρατύνας, καὶ τοὺς πιστοὺς βασιλεῖς ἡμῶν· οὓς καὶ περίσωζε διὰ
παντὸς ἐν εἰρήνῃ, πρεσβείαις τῆς Θεοτόκου Χριστὲ ὁ Θεός, καὶ σῶσον ἡμᾶς.
Κοντάκιον. Ἦχος δ’. Ὁ ὑψωθεὶς ἐν τῷ Σταυρῷ.
Ὁ
διανοίξας οὐρανοὺς κεκλεισμένους, ἐν οὐρανῷ περιφανεῖς τὰς ἀκτῖνας, ἐπὶ
τῆς γῆς ἀνέτειλεν ὁ ἄχραντος Σταυρός· ὅθεν οἱ τὴν ἔλλαμψιν, τῆς αὐτοῦ
ἐνεργείας, δεξάμενοι πρὸς ἄδυτον, ὁδηγούμεθα φέγγος· καὶ ἐν πολέμοις
ἔχομεν αὐτόν, ὅπλον εἰρήνης, ἀήττητον τρόπαιον.
Μεγαλυνάριον.
Ὅλος
ἡλιόμορφος ὁ Σταυρός, φέγγει ἀπροσίτῳ, ἀναλάμψας ἐν τῇ Σιών, τὴν τοῦ
Σταυρωθέντος, Ἀνάστασιν κηρύττει, δι’ ἧς ἐκ τῆς κακίας, πάντες
ἀνέστημεν.