Τῷ
καιρῷ ἐκείνῳ, ἐγένετο ἐν τῷ ἐγγίζειν τὸν ᾿Ιησοῦν εἰς ῾Ιεριχὼ τυφλός τις
ἐκάθητο παρὰ τὴν ὁδὸν προσαιτῶν· ἀκούσας δὲ ὄχλου διαπορευομένου
ἐπυνθάνετο τί εἴη ταῦτα. ᾿Απήγγειλαν δὲ αὐτῷ ὅτι ᾿Ιησοῦς
ὁ Ναζωραῖος παρέρχεται. Καὶ ἐβόησε λέγων· ᾿Ιησοῦ υἱὲ Δαυΐδ, ἐλέησόν με.
Καὶ οἱ προάγοντες ἐπετίμων αὐτῷ ἵνα σιωπήσῃ· αὐτὸς δὲ πολλῷ μᾶλλον
ἔκραζεν· Υἱὲ Δαυΐδ, ἐλέησόν με. Σταθεὶς δὲ ὁ ᾿Ιησοῦς ἐκέλευσεν αὐτὸν
ἀχθῆναι πρὸς αὐτόν. ᾿Εγγίσαντος δὲ αὐτοῦ ἐπηρώτησεν αὐτὸν λέγων· Τί σοι
θέλεις ποιήσω; ῾Ο δὲ εἶπε· Κύριε, ἵνα ἀναβλέψω. Καὶ ὁ ᾿Ιησοῦς εἶπεν
αὐτῷ· ᾿Ανάβλεψον· ἡ πίστις σου σέσωκέ σε. Καὶ παραχρῆμα ἀνέβλεψε, καὶ
ἠκολούθει αὐτῷ δοξάζων τὸν Θεόν· καὶ πᾶς ὁ λαὸς ἰδὼν ἔδωκεν αἶνον τῷ
Θεῷ.
Μετάφραση:
Μετάφραση:
Ἐκεῖνο
τὸν καιρό, καθὼς ὁ ᾿Ιησοῦς πλησίαζε στὴν ῾Ιεριχώ, ἕνας τυφλὸς καθόταν
στὴν ἄκρη τοῦ δρόμου καὶ ζητιάνευε. ῞Οταν ἄκουσε τὸ πλῆθος ποὺ περνοῦσε,
ρώτησε νὰ μάθει τί συνέβαινε. Τοῦ εἶπαν ὅτι περνάει ὁ ᾿Ιησοῦς ὁ
Ναζωραῖος. Τότε ἐκεῖνος ἄρχισε νὰ φωνάζει δυνατά· «᾿Ιησοῦ, Υἱὲ τοῦ
Δαβίδ, σπλαχνίσου με!» Αὐτοὶ ποὺ προπορεύονταν τὸν μάλωναν νὰ σωπάσει,
ἐκεῖνος ὅμως φώναζε ἀκόμη πιὸ πολύ· «Υἱὲ τοῦ Δαβίδ, σπλαχνίσου με!» Τότε
ὁ ᾿Ιησοῦς στάθηκε κι ἔδωσε ἐντολὴ νὰ τὸν φέρουν κοντά του. Αὐτὸς
πλησίασε κι ἐκεῖνος τὸν ρώτησε· «Τί θέλεις νὰ σοῦ κάνω;» «Κύριε, θέλω ν’
ἀποκτήσω τὸ φῶς μου», ἀποκρίθηκε. Κι ὁ ᾿Ιησοῦς τοῦ εἶπε· «Ν’ ἀποκτήσεις
τὸ φῶς σου! ῾Η πίστη σου σὲ ἔσωσε». ᾿Αμέσως ὁ τυφλὸς βρῆκε τὸ φῶς του
κι ἀκολουθοῦσε τὸν ᾿Ιησοῦ δοξάζοντας τὸν Θεό. Καὶ ὅλος ὁ κόσμος, ὅταν
τὸν εἶδε, δοξολογοῦσε τὸν Θεό.
από:
Συνοδοιπορία.