Ο Σ. Εὐστρατιάδης, στὸ Ἁγιολόγιό του, ἀναφέρει γιὰ τὸν Ἅγιο αὐτὸν τὰ ἑξῆς:
Ἤκμασεν ἐπὶ τῆς βασιλείας Κωνσταντίνου καὶ Εἰρήνης (780 – 797), γεννηθεῖς ἐν Λυκαονίᾳ καὶ σπουδάσας ἐν Ἀλεξανδρείᾳ.
Μετὰ τὴν ἀποπεράτωσιν τῶν σπουδῶν αὐτοῦ κατέφυγεν εἰς μονὴν τινά, ἀποκαρεῖς μοναχὸς καὶ διαπρέψας ἐν τῇ μοναχικῇ πολιτείᾳ, διὰ δὲ τὴν ἀρετὴν καὶ τὴν παιδείαν αὐτοῦ προεβιβάσθη εἰς τὸν μητροπολιτικὸν θρόνον τῶν Σαρδέων, λαβῶν μέρος ἐν τῇ κατὰ τῶν εἰκονομάχων ἀθροισθείσῃ ἐν Νίκαιᾳ τὸ δεύτερον Ἑβδόμῃ οἰκουμενικῇ συνόδῳ (787), ἐν ᾗ τὴν ὀρθὴν τῆς ἐκκλησίας δόξαν μετὰ παρρησίας καὶ θάρρους καθωμολόγησε καὶ ὑπέγραψε (ἴδε Mansi, τ. XII, σ. 1087 – 1088).Τὰ
ἐξαιρετικὰ αὐτοῦ προσόντα ἐκτιμῶντες οἱ βασιλεῖς ἐνεπιστεύθησαν αὐτῷ
διαφόρους δημοσίας ἀποστολάς, ἀλλὰ ἐπὶ τῆς βασιλείας Νικηφόρου Α’ (802 –
811), ἐπὶ καταγγελία γενομένη παρὰ ἀνωτέρου ὑπαλλήλου ἐν Σάρδεσι ὅτι
ἔκειρε μοναχὴν κόρην, ἣν ἐζήτει οὗτος εἰς γάμον, ὁ Εὐθύμιος ἐξωρίσθη εἰς
τὴν νῆσον Παττάλαραν λίαν ταλαιπωρηθεῖς. Ἐκ τῆς ἐξορίας ἐπανῆλθεν εἰς
Κωνσταντινούπολη (814), ἀλλὰ καὶ πάλιν μετὰ τὴν ἔκρηξιν τῆς εἰκονομαχίας
ἐπὶ Λέοντος τοῦ Ἰσαύρου (813 – 820), ὁπαδὸς τῆς ἐναντίας ταχθεῖς
μερίδος, ἐξωρίσθη εἰς Ἄσσον (παρὰ τὸ Ἀδραμύτιον), ἔνθα παρέμεινε μέχρι
τοῦ θανάτου τοῦ Λέοντος ἀνακληθεῖς ὑπὸ Μιχαὴλ τοῦ Τραυλοῦ (820 – 829),
ἀλλὰ καὶ τοῦτον καταβροντήσας δι’ ὧν κατὰ πρόσωπον αὐτοῦ εἶπεν, «εἰ τὶς
οὖ προσκυνεῖ τὸν Κύριον ἡμῶν Ἰησοῦν Χριστὸν εἰκόνι περιγραπτὸν ἤτω
ἀνάθεμα», ἐξώργισε καὶ ἠνάγκασε νὰ ἐξορίσει αὐτὸν εἰς τὸν Ἀκρίταν, ἔνθα
ἐνέκλεισεν αὐτὸν εἰς ζοφερωτάτην φυλακὴν ἐκεῖ διὰ βουνεύρων τυπτόμενος
καὶ ἐκ τῶν πληγῶν ἐξογκωθεῖς ὡς ἀσκὸς ὀκτὼ ἡμέρας μετὰ τὴν ἄθλησιν, πρὸς
Κύριον ἔξεδημησε». Θεῷ παραστάς, Εὐθύμιε, τρισμάκαρ, πλήρης ἄληκτου
τυγχάνεις εὐθυμίας.
(Ἡ μνήμη τοῦ Ἁγίου, ἀπὸ ὁρισμένους Συναξαριστές, περιττῶς ἐπαναλαμβάνεται καὶ τὴν 11η Ὀκτωβρίου.)
Ἀπολυτίκιον. Ἦχος δ’. Ταχὺ προκατάλαβε.
Τῶν
Σαρδέων πρόεδρος, καὶ Ἐκκλησίας φωστήρ, καὶ στόμα θεόσοφον, ὁμολογίας
λαμπρᾶς, ἐδείχθης Εὐθύμιε· ὅθεν τῇ μυριπνόῳ, καὶ ἁγίᾳ σου Κάρᾳ, ταύτην
τὴν πόλιν Πάτερ, μυστικῶς ἁγιάζεις· ᾗ δίδου Ἱεράρχα, ἀεὶ τὴν προστασίαν
σου.
Κοντάκιον. Ἦχος δ’. Ὁ ὑψωθεὶς ἐν τῷ Σταυρῷ.
Ἀγωνισάμενος
καλῶς Ἱεράρχα, ὑπὲρ τῶν θείων θεοφρόνως Εἰκόνων, ὁμολογίας στέφανον
ἀπείληφας· ὅθεν προσκυνοῦντές σου, τὴν σεπτὴν Πάτερ Κάραν,
καθαγιαζόμεθα, ἐν τῇ ταύτης προσψαύσει. Ἀλλ’ ἐκδυσώπει ῥύεσθαι ἡμᾶς,
πάσης ἀνάγκης, παμμάκαρ Εὐθύμιε.
Μεγαλυνάριον.
Δόξης
ἀπολαύων Πάτερ λαμπρᾶς, ὡς Ἱερομάρτυς, ὦ Εὐθύμιε εὐκλεής, ἀεὶ
ἀναβλύζεις, ἐκ τῆς σεπτῆς σου Κάρας, τοῖς πίστει προσιοῦσι, χάριν
σωτήριον.