Δὲν ὑπάρχουν πληροφορίες.
Ἀπολυτίκιον. Ἦχος δ’. Ταχὺ προκατάλαβε.
Ὡς
βρέφος βαστάζουσα, ἐν ταῖς ἀγκάλαις Ἁγνή, τὸν πάντων δεσπόζοντα, σάρκα
λαβόντα ἐκ σοῦ, χαρᾶς ὤφθης πρόξενος· ὅθεν πᾶσα ἡ κτίσις, ἀνυμνεῖ
χαρμοσύνως, σήμερον Θεοτόκε, τὴν φρικτήν σου λοχείαν· πηγὴν γὰρ
ἀθανασίας, κόσμῳ ἐκύησας.
Κοντάκιον Ἦχος πλ. β’.
Ὁ
πρὸ Ἑωσφόρου ἐκ Πατρὸς ἀμήτωρ γεννηθεῖς, ἐπὶ γῆς ἀπάτωρ ἐσαρκώθη,
σήμερον ἐκ σοῦ· ὅθεν ἀστὴρ εὐαγγελίζεται Μάγοις, Ἄγγελοι δὲ μετὰ
Ποιμένων ὑμνοῦσι, τὸν ἄσπορον τόκον σου, ὦ Κεχαριτωμένη.
Μεγαλυνάριον.
Θρόνος
ἐπηρμένος πέλεις Ἁγνή, φέρουσα ὡς βρέφος, τὸν τὰ πάντα ἐν τῇ δρακί,
φέροντα ὡς Κτίστην· ὑμνοῦμέν σου Παρθένε, τὴν ὄντως ὑπὲρ λόγον
μεγαλειότητα.