Ἀπολυτίκιον Προεόρτιον. Ἦχος δ’.
Σήμερον
τῆς παγκοσμίου χαρᾶς τὰ προοίμια, μετὰ χαρμοσύνης προεορτάσωμεν· ἰδοὺ
γὰρ Γαβριὴλ παραγίνεται, τῇ Παρθένῳ κομίζων τὰ εὐαγγέλια, καὶ φόβῳ
ἅμα καὶ θαύματι· χαῖρε Κεχαριτωμένη, ὁ Κύριος μετὰ σοῦ.
Κοντάκιον Προεόρτιον. Ἦχος δ’. Ἐπεφάνης σήμερον.
Ἐπελεύσει
Πνεύματος τοῦ Παναγίου, τοῦ Πατρὸς τὸν σύνθρονον, καὶ ὁμοούσιον φωνῇ,
τοῦ Ἀρχαγγέλου συνέλαβες, Θεοκυῆτορ, Ἀδὰμ ἡ ἀνάκλησις.
Μεγαλυνάριον.
Ἤγγικεν ἡ λύτρωσις τῶν βροτῶν· Γαβριὴλ γὰρ σπεύδει, χαρμοσύνως πρὸς Ναζαρέτ, βοῆσαι τὸ χαῖρε, τῇ Κεχαριτωμένῃ· τὸν Λόγον γὰρ συλλήψῃ, Πατρὶ τὸν σύνθρονον.