Τῷ καιρῷ
ἐκείνῳ, παράγοντι τῷ ᾿Ιησοῦ ἠκολούθησαν αὐτῷ δύο τυφλοὶ κράζοντες καὶ λέγοντες·
᾿Ελέησον ἡμᾶς, υἱὲ Δαυΐδ. ᾿Ελθόντι δὲ εἰς τὴν οἰκίαν προσῆλθον αὐτῷ οἱ τυφλοί,
καὶ λέγει αὐτοῖς ὁ ᾿Ιησοῦς· Πιστεύετε ὅτι δύναμαι τοῦτο ποιῆσαι; Λέγουσιν αὐτῷ·
Ναί, Κύριε. Τότε ἥψατο τῶν ὀφθαλμῶν αὐτῶν λέγων· Κατὰ τὴν πίστιν ὑμῶν γενηθήτω
ὑμῖν. Καὶ ἀνεῴχθησαν αὐτῶν
οἱ ὀφθαλμοί· καὶ ἐνεβριμήσατο αὐτοῖς ὁ ᾿Ιησοῦς
λέγων· ῾Ορᾶτε μηδεὶς γινωσκέτω. Οἱ δὲ ἐξελθόντες διεφήμισαν αὐτὸν ἐν ὅλῃ τῇ γῇ
ἐκείνῃ. Αὐτῶν δὲ ἐξερχομένων ἰδοὺ προσήνεγκαν αὐτῷ ἄνθρωπον κωφὸν
δαιμονιζόμενον· καὶ ἐκβληθέντος τοῦ δαιμονίου ἐλάλησεν ὁ κωφός, καὶ ἐθαύμασαν
οἱ ὄχλοι λέγοντες ὅτι οὐδέποτε ἐφάνη οὕτως ἐν τῷ ᾿Ισραήλ. Οἱ δὲ Φαρισαῖοι
ἔλεγον· ᾿Εν τῷ ἄρχοντι τῶν δαιμονίων ἐκβάλλει τὰ δαιμόνια. Καὶ περιῆγεν ὁ
᾿Ιησοῦς τὰς πόλεις πάσας καὶ τὰς κώμας διδάσκων ἐν ταῖς συναγωγαῖς αὐτῶν καὶ
κηρύσσων τὸ εὐαγγέλιον τῆς βασιλείας καὶ θεραπεύων πᾶσαν νόσον καὶ πᾶσαν
μαλακίαν ἐν τῷ λαῷ.Μετάφραση :
Εκεῖνο
τὸν καιρό, καθὼς προχωροῦσε ᾿Ιησοῦς, τὸν ἀκολούθησαν δύο τυφλοί, ποὺ φώναζαν κι
ἔλεγαν· «Σπλαχνίσου μας, Υἱὲ τοῦ Δαβίδ!» Κι ὅταν ἔφτασε στὸ σπίτι, πῆγαν κοντά
του οἱ τυφλοί, καὶ ὁ ᾿Ιησοῦς τοὺς λέει· «Πιστεύετε πὼς μπορῶ νὰ τὸ κάνω αὐτό;»
Τοῦ λένε· «Ναί, Κύριε». Τότε ἄγγιξε τὰ μάτια τους καὶ εἶπε· «῞Οπως τὸ πιστεύετε
νὰ σᾶς γίνει». Κι ἀνοίχτηκαν τὰ μάτια τους. Τότε ὁ ᾿Ιησοῦς τοὺς πρόσταξε
λέγοντας· «Προσέξτε νὰ μὴν τὸ μάθει κανένας». Αὐτοὶ ὅμως, μόλις βγῆκαν ἔξω,
διέδωσαν τὴ φήμη του σ᾿ ὅλη τὴν περιοχὴ ἐκείνη. ᾿Ενῶ ἔβγαιναν ἔξω οἱ δύο
τυφλοί, τοῦ ἔφεραν ἕναν κωφάλαλο δαιμονισμένο. Μόλις ἔδιωξε τὸ δαιμόνιο, μίλησε
ὁ κωφάλαλος. Κι ὁ κόσμος θαύμασε καὶ εἶπε· «Ποτὲ ὣς τώρα δὲν εἶδαν οἱ
᾿Ισραηλίτες τέτοια πράγματα!» Οἱ Φαρισαῖοι ὅμως ἔλεγαν· «Μὲ τὴ δύναμη τοῦ
ἄρχοντα τῶν δαιμονίων διώχνει τὰ δαιμόνια».
῾Ο ᾿Ιησοῦς περιόδευε σ᾿ ὅλες τὶς πόλεις καὶ στὰ χωριά, δίδασκε στὶς
συναγωγές τους, κήρυττε τὸ χαρμόσυνο μήνυμα γιὰ τὸν ἐρχομὸ τῆς βασιλείας τοῦ
Θεοῦ καὶ γιάτρευε κάθε ἀσθένεια καὶ κάθε ἀδυναμία στὸν λαό.