Απόδοση της Μεγάλης Δεσποτικής Εορτής του Πάσχα
Την Τετάρτη της έκτης εβδομάδας μετά το Πάσχα εορτάζουμε την Απόδοση της εορτής του Πάσχα. Αν και οι περισσότερες εορτές έχουν τη απόδοση τους την όγδοη ημέρα, η Απόδοση του Πάσχα εορτάζεται την 39η ημέρα.
Τροπάριον. Ἦχος πλ. α’.
Χριστὸς ἀνέστη ἐκ νεκρῶν, θανάτῳ θάνατον πατήσας, καὶ τοῖς ἐν τοῖς μνήμασι ζωὴν χαρισάμενος.
Ὑπακοή. Ἦχος δ’.
Προλαβοῦσαι
τὸν ὄρθρον αἱ περὶ Μαριάμ, καὶ εὑροῦσα τὸν λίθον ἀποκυλισθέντα τοῦ
μνήματος, ἤκουον ἐκ τοῦ Ἀγγέλου· Τὸν ἐν φωτὶ ἀϊδίῳ ὑπάρχοντα, μετὰ
νεκρῶν τὶ ζητεῖτε ὡς ἄνθρωπον; βλέπετε τὰ ἐντάφια σπάργανα· δράμετε καὶ
τῷ κόσμῳ κηρύξατε, ὡς ἠγέρθη ὁ Κύριος, θανατώσας τὸν θάνατον· ὅτι
ὑπάρχει Θεοῦ Υἱός, τοῦ σώζοντος τὸ γένος τῶν ἀνθρώπων.
Κοντάκιον. Ἦχος πλ. δ’. Αὐτόμελον.
Εἰ καὶ ἐν τάφῳ κατῆλθες ἀθάνατε, ἀλλὰ τοῦ ᾌδου
καθεῖλες τὴν δύναμιν· καὶ ἀνέστης ὡς νικητής, Χριστὲ ὁ Θεός, Γυναιξὶ
Μυροφόροις φθεγξάμενος· Χαίρετε, καὶ τοῖς σοῖς Ἀποστόλοις εἰρήνην
δωρούμενος, ὁ τοῖς πεσοῦσι παρέχων ἀνάστασιν.
