Ὁ Ὅσιος Ἰωάννης ἐγκαταβίωσε στὴ μονὴ Χαρίτωνος, ὅπου καὶ κοιμήθηκε μὲ εἰρήνη.
Ἀπολυτίκιον. Ἦχος πλ. α’. Τὸν συνάναρχον Λόγον.
Ἁπαλῶν
ἐξ ὀνύχων Χριστὸν ἠγάπησας, καὶ τὴν σὴν κλῆσιν θεόφρον καταλαμπρύνεις
σαφῶς, πλήρης χάριτος ὀφθεὶς τοῦ θείου Πνεύματος· ἐκκαθάρας γὰρ τὸν
νοῦν, τῶν Ἀγγέλων μιμητής, ἐν σώματι ἀνεδείχθης, Πατὴρ ἡμῶν Ἰωάννη, μεθ’
ὧν ἱκέτευε σωθῆναι ἡμᾶς.
Κοντάκιον. Ἦχος β’. Τοὺς ἀσφαλεῖς.
Ὡς
Ἀσκητῶν, ὑπογραμμὸν καὶ σέμνωμα, καὶ ἀγαθῶν, τῶν οὐρανίων μέτοχον, κατὰ
χρέος εὐφημοῦμέν σε, ὦ Ἰωάννη παμμακάριστε· ὁσίως γὰρ τὸν βίον
διελήλυθας, καὶ χάριτος ἐνθέου κατετρύφησας, ἐξ ἧς Πάτερ δώρησαι τοῖς
δούλοις σου.
Μεγαλυνάριον.
Χάριτι
τῇ θείᾳ καταυγασθείς, χαρίτων τὸν πλοῦτον, δι’ ὁσίας διαγωγῆς, Πάτερ
Ἰωάννη, ἐνθέως θησαυρίσας, θαυμάτων χάριν νέμεις, τοῖς προσιοῦσί σοι.